Εἲς Ἑστίαν
1 Ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
2 Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
3 αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον·
4 ἔρχεο τόνδʼ ἀνὰ οἶκον, ἕνʼ ἔρχεο θυμὸν ἔχουσα
5 σὺν Διὶ μητιόεντι· χάριν δʼ ἅμʼ ὄπασσον ἀοιδῇ.
Ὁ Διαφορεύς παρῆν