Εἲς Ποσειδῶνα
1 ἀμφὶ Ποσειδάωνα, μέγαν θεόν, ἄρχομʼ ἀείδειν,
2 γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
3 πόντιον, ὅσθʼ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
4 διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
5 ἵππων τε δμητῆρʼ ἔμεναι σωτῆρά τε νηῶν.
6 χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
7 καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.
Ὁ Διαφορεύς παρῆν