Εἲς Ἀπόλλωνα
1 φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγʼ ἀείδει,
2 ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
3 Πηνειόν· σὲ δʼ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
4 ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
5 καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σʼ ἀοιδῇ.
Ὁ Διαφορεύς παρῆν