Εἲς Ἥφαιστον
1 Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
2 ὃς μετʼ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
3 ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
4 ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
5 νῦν δὲ διʼ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
6 ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
7 εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
8 ἀλλʼ ἵληθʼ, Ἥφαιστε· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
Ὁ Διαφορεύς παρῆν