Εἲς Ἑρμῆν
1 Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
2 Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
3 ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
4 Ἄτλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
5 αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,
6 ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων
7 νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
8 εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·
9 λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.
10 καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ·
11 σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
12 [χαῖρ’. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]
Ὁ Διαφορεύς παρῆν