Εἲς Ἀσκληπιόν
1 ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομʼ ἀείδειν,
2 υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
3 Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
4 χάρμα μέγʼ ἀνθρώποισι, κακῶν θελκτῆρʼ ὀδυνάων.
5 καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σʼ ἀοιδῇ.
Ὁ Διαφορεύς παρῆν