Εἲς Ἡρακλέα Λεοντόθυμον
1 Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον
2 γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
3 Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·
4 ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
5 πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος
6 πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη·
7 νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
8 ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
9 χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
Ὁ Διαφορεύς παρῆν