Εἲς Μητέρα Θεῶν
1 μητέρα μοι πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων
2 ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
3 ᾗ κροτάλων τυπάνων τʼ ἰαχὴ σύν τε βρόμος αὐλῶν
4 εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων
5 οὔρεά τʼ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.
6 καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ.
Ὁ Διαφορεύς παρῆν