Εἲς Ἀφροδίτην
1 κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
2 μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ
3 αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος.
4 χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα
5 εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.
6 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Ὁ Διαφορεύς παρῆν