Εἲς Ἄρτεμιν
1 Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.
2 παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
3 ἥθʼ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
4 ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
5 ἐς Κλάρον ἀμπελόεσσαν, ὅθʼ ἀργυρότοξος Ἀπόλλων
6 ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.
7 καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ·
8 αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομʼ ἀείδειν,
9 σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
Ὁ Διαφορεύς παρῆν