Εἲς Ἀφροδίτην
1 μοῦσά μοι ἐννέπε ἔργα πολυχρύσου Ἀφροδίτης,
2 Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
3 καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων
4 οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,
5 ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος·
6 πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.
7 τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·
8 κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·
9 οὐ γάρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
10 ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος
11 ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν.
12 πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
13 ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.
14 ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
15 ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
16 οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν
17 δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.
18 καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,
19 φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ
20 ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.
21 οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης,
22 Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
23 αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
24 πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
25 ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·
26 ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
27 ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,
28 παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων.
29 τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
30 καί τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα.
31 πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
32 καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
33 τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι·
34 τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην
35 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
36 καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
37 ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς.
38 καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα
39 ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
40 Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,
41 ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
42 κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
43 μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
44 αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.
45 τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
46 ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
47 μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,
48 καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
49 ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,
50 ὥς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,
51 καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
52 ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
53 Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
54 ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
55 βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
56 τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
57 ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
58 ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,
59 ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.
60 ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·
61 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
62 ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
63 ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
64 ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
65 χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
66 σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον,
67 ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
68 Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
69 βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν
70 σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,
71 ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
72 ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
73 καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες
74 σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
75 αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε·
76 τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων
77 Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
78 οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
79 πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων
80 πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
81 στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
82 παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
83 μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
84 Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε
85 εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.
86 πέπλον μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
89 καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη
90 στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·
87 εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς·
88 ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.
91 Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·
92 χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις,
93 Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
94 ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
95 ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι
96 πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
97 ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται
98 ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
99 καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
100 σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,
101 βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
102 ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα
103 δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα,
104 ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν
105 δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,
106 ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
107 τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
108 Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
109 οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;
110 ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.
111 Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,
112 ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
113 γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
114 Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ
115 σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.
116 ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
117 νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
118 ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
119 πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
120 παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.
121 ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·
122 πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
123 πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
124 ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·
125 οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·
126 Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
127 κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι.
128 αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις
129 ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης·
130 αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
131 ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
132 ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
133 ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
134 πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ
135 σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.
136 οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα.
137 πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
138 εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·
139 οἳ δέ κέ τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν
140 πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
141 ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
142 τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
143 ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
144 Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
145 εἰ μὲν θνητή τʼ ἐσσί, γυνὴ δέ σε γείνατο μήτηρ,
146 Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
147 ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις
148 Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα·
149 οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
150 ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι
151 αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
152 τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα.
153 βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,
154 σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.
155 ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη
156 ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα
157 ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
158 χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν
159 ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων,
160 τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.
161 οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,
162 κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,
163 πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους.
164 λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
165 ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου
166 Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
167 ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
168 ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
169 βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·
170 τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε
171 νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
172 ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων
173 ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου
174 κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν
175 ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης,
176 ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
177 ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
178 καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,
179 οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
180 ὣς φάθʼ· ὃ δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν.
181 ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης,
182 τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·
183 ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα
184 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
185 αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,
186 ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες.
187 ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,
188 μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
189 ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
190 γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.
191 τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
192 Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
193 θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·
194 οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,
195 οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.
196 σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει
197 καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·
198 τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκά μʼ αἰνὸν
199 ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·
200 ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων
201 αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.
202 ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς
203 ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη
204 καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
205 θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,
206 χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
207 Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,
208 ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·
209 τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα
210 καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,
211 ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι.
212 τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
213 Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
214 ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
215 αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων,
216 οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
217 γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
218 ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
219 ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
220 Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,
221 ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα·
222 τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
223 νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
224 ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.
225 τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,
226 Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ
227 ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
228 αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
229 καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
230 τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
231 αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,
232 σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
233 ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,
234 οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι,
235 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
236 ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς.
237 τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς
238 ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
239 οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
240 ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα.
241 ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε
242 ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,
243 οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
244 νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
245 νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν,
246 οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
247 αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
248 ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
249 οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
250 ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
251 τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
252 νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
253 τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
254 σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
255 παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
256 τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
257 Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
258 αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
259 αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.
260 δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι
261 καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
262 τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
263 μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
264 τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
265 γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,
266 καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
267 ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
268 ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·
269 ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,
270 ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
271 φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι,
272 τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
273 αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
274 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,
275 ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.
276 σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
277 ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
278 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
279 γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
280 ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
281 ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
282 ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
283 τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·
284 φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,
285 αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
286 εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
287 ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
288 Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
289 εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας,
290 ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν.
291 ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.
292 χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·
293 σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
Ὁ Διαφορεύς παρῆν