Εἲς Ἑρμῆν
1 Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
2 Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
3 ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
4 νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,
5 αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον,
6 ἄντρον ἔσω ναίουσα παλισκίον, ἔνθα Κρονίων
7 νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
8 ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
9 λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους.
10 ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
11 τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
12 εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·
13 καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
14 ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων,
15 νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν
16 ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν.
17 ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
18 ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
19 τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
20 ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων,
21 οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
22 ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
23 οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
24 ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·
25 Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν·
26 ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι
27 βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
28 σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς
29 ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·
30 σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω.
31 χαῖρε, φυὴν ἐρόεσσα, χοροίτυπε, δαιτὸς ἑταίρη,
32 ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα
33 αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
34 ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,
35 οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις
36 οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·
37 ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
38 ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.
39 ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας
40 ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
41 ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
42 αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
43 ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
44 ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
45 ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί,
46 ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
47 πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
48 πειρήνας διὰ νῶτα διὰ ῥίνοιο χελώνης.
49 ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι
50 καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,
51 ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
52 αὐτὰρ ἐπεὶ δὴ τεῦξε λύρην ἐρατεινὸν ἄθυρμα,
53 πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς
54 σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν
55 ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι
56 ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
57 ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,
58 ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
59 ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων·
60 ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης
61 καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
62 καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
63 καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,
64 φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων
65 ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο
66 ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἷά τε φῶτες
67 φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
68 ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε
69 αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς
70 Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,
71 ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
72 βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.
73 τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,
74 πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
75 πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον
76 ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης
77 ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
78 τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε.
79 σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,
80 ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,
81 συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
82 τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης
83 ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
84 αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
85 ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,
86 οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.†
87 τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
88 ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην
89 τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·
90 ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,
91 ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι,
91a [⟨εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι⟩]
92 καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
93 καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
94 τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
95 πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
96 καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
97 ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
98 ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός·
99 ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
100 Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
101 τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
102 Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
103 ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον
104 καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
105 ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
106 καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
107 λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον·
108 σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην.
109 δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
110 […] ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή·
111 Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε.
112 πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
113 οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ
114 τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
115 ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
116 τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
117 δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.
118 ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·
119 ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας.
120 ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ·
121 ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι
122 σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
123 ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης·
124 ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
125 ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,
126 δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα
127 Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
128 λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
129 κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
130 ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς·
131 ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
132 ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
133 καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.
134 ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
135 δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε,
136 σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας
137 οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ.
138 αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,
139 σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην·
140 ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν
141 παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
142 Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα
143 ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
144 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
145 οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς
146 δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
147 αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη.
148 ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν
149 ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει.
150 ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς·
151 σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον
152 νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων
153 κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων.
154 μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·
155 τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ
156 ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω
157 ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
158 Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
159 ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν.
160 ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
161 θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
162 τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
163 μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
164 νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
165 ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
166 αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,
167 βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι
168 νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
169 αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις.
170 βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν,
171 πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα
172 ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,
173 κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
174 εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε
175 πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
176 εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
177 ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
178 εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·
179 ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
180 πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον
181 καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα.
182 ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
183 υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
184 Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα
185 ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων
186 Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος
187 ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα
188 κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς.
189 τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·
190 ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,
191 βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω,
192 πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
193 ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων
194 κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
195 τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν,
196 οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται·
197 ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο
198 ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
199 ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας
200 ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
201 τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·
202 ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο,
203 πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
204 τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ
205 φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·
206 αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
207 ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·
208 παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι,
209 ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
210 νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν.
211 ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.
212 φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·
213 οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω
214 φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
215 ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
216 ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
217 πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους·
218 ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·
219 ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
220 ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,
221 ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
222 βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
223 οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·
224 οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
225 ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·
226 αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.
227 ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
228 Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
229 πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
230 ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
231 ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο
232 κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
233 ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
234 ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
235 Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
236 χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
237 σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν
238 πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
239 ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.
240 ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,
241 φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
242 ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε.
243 γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
244 νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
245 παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.
246 παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
247 τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
248 νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς·
249 πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
250 πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
251 οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·
252 ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
253 Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·
254 ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
255 θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον.
256 ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,
257 ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ
258 ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ
259 ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.
260 Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
261 Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;
262 καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις;
263 οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·
264 οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην·
265 οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.
266 οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·
267 ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
268 σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
269 μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·
270 καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο,
271 παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
272 βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις.
273 χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών.
274 εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·
275 μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,
276 μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
277 αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
278 ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
279 ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,
280 μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.
281 τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·
282 ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω
283 πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
284 ἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι,
285 σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις·
286 πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
287 οὔρεος ἐν βήσσῃς, ὁπότʼ ἂν κρειῶν ἐρατίζων
288 ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.
289 ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
290 ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.
291 τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις.
292 ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
293 ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
294 σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
295 οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,
296 τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.
297 ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλων
298 ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
299 ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
300 Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε·
301 θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·
302 εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
303 τούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.
304 ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑρμῆς,
305 σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει
306 σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
307 πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
308 ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις;
309 ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε
310 ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα,
311 αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
312 δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
313 αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
314 Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
315 ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν
316 […] οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
317 αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
318 ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
319 αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,
320 ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε
321 πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
322 αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
323 ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·
324 κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
325 οὐμιλίη δʼ ἔχʼ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ
326 ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
327 ἔστησαν δʼ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων
328 πρόσθε Διὸς γούνων· ὃ δʼ ἀνείρετο φαίδιμον υἱὸν
329 Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·
330 φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις,
331 παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;
332 σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε.
333 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
334 ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,
335 κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.
336 παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
337 Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,
338 κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα
339 οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ.
340 κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων
341 ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
342 εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοῖα πέλωρα,
343 οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
344 τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
345 ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα·
346 αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν
347 οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
348 ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
349 τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
350 ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,
351 ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
352 αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
353 ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
354 χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ
355 ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
356 αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
357 καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα,
358 ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
359 ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν
360 αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν
361 αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
362 αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·
363 οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα
364 οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἂν μήνυτρον ἀροίμην.
365 Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων·
366 Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,
367 δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·
368 “Ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω·
369 νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
370 ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
371 σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο·
372 οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,
373 μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
374 πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
375 οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
376 αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός,
377 οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.
378 πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
379 ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
380 οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω.
381 Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους,
382 καί σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,
383 ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον·
384 οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια.
385 καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
386 καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.”
387 ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·
388 καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε.
389 Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
390 εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
391 ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
392 ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
393 καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο,
394 ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
395 νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς·
396 ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
397 τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
398 ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον·
399 ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
400 ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
401 ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
402 ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
403 Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
404 πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν·
405 “πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,
406 ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
407 θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ
408 μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.”
409 ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
409a [⟨ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.⟩
409b ⟨τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον⟩]
410 ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
411 αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
412 ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν,
413 Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
414 θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
415 χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,
416 […] ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν
417 ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,
418 καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς
419 πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς
420 σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων
421 γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ
422 θεσπεσίης ἐνοπῆς καί μιν γλυκὺς ἵμερος ᾕρει
423 θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων
424 στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς
425 Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων
426 γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή —
427 κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
428 ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
429 Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
430 μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν·
431 τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
432 ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
433 πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
434 τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
435 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
436 βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,
437 πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
438 ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·
439 νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,
440 ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα
441 ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
442 δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
443 θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
444 ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν
445 οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι,
446 νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
447 τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
448 τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
449 εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
450 καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
451 τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
452 καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·
453 ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
454 οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
455 θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις.
456 νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
457 ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι·
458 νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
459 σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω·
460 ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε
461 κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω
462 δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
463 τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·
464 εἰρωτᾷς μʼ, Ἑκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι
465 τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
466 σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι
467 βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας·
468 πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις,
469 ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς
470 ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
471 καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
472 μαντείας θʼ Ἑκάεργε, Διὸς παρά, θέσφατα πάντα
473 τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα·
474 σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
475 ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,
476 μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
477 δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.
478 εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,
479 καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
480 εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν
481 καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον
482 εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
483 τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,
484 φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
485 ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,
486 ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν
487 νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
488 μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.
489 σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
490 καί τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε·
491 ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
492 βουσὶ νομούς, Ἑκάεργε, νομεύσομεν ἀγραύλοισιν.
493 ἔνθεν ἅλις τέξουσι βόες ταύροισι μιγεῖσαι
494 μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ
495 κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.
496 ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων,
497 Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,
498 βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς
499 γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς
500 Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,
501 πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπένερθε
502 σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν.
503 ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
504 ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,
505 ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο
506 τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς,
507 ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς
508 Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,
509 σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
510 ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν·
511 αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·
512 συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν.
513 καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·
514 δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,
515 μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·
516 τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
517 θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
518 ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
519 ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
520 πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
521 καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,
522 μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται,
523 μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων
524 Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι,
525 μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,
526 μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον
526a [⟨αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον⟩]
527 σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων,
528 πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα
529 ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
530 χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει
531 πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων
532 τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
533 μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,
534 οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον
535 ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε
536 πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
537 μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
538 ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
539 καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε
540 θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.
541 ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
542 πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων.
543 καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ
544 φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·
545 οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω.
546 ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
547 μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
548 ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
549 φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.
550 ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ
551 καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·
552 σεμναὶ γάρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,
553 παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,
554 τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,
555 οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,
556 μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ
557 παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν,
558 ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
559 κηρία βόσκονται καί τε κραίνουσιν ἕκαστα.
560 αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,
561 προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·
562 ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,
563 ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι.
564 τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων
565 σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,
566 πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
567 ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς
568 ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.
568a [⟨ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι⟩
568b ⟨θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν⟩]
569 καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
570 καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,
571 πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
572 οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
573 ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
574 οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
575 παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων.
576 πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
577 παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει
578 νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
579 καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·
580 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
Ὁ Διαφορεύς παρῆν