Pular para o texto

Εἲς Ἀπόλλωνα [Δήλιον]

Anonymous

rolo estático · Pedra Angular

Autor
Anonymous
Editor
Hugh G. Evelyn-White
Edição de base
Hesiod, the Homeric Hymns and Homerica, with an English translation by Hugh G. Evelyn-White (London: William Heinemann; New York: The Macmillan Co., 1914), Loeb Classical Library
Idioma
grc
URN
urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2
Licença
CC-BY-SA-4.0
Fonte
https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0013/tlg003
Identificador
hinos-homericos-hino-03-a-apolo-grc-evelyn-white-1914
Markdown
../livros/LITERATURA/Grego/Epica_Grega/Hinos_Homericos/Hino_03_a_Apolo/Hinos_Homericos_Hino_03_a_Apolo_grc_Evelyn-White_1914.md
Endereço por URN
https://pedraangular.app.br/urn/?urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2 (uma passagem: acrescente :216a, :1.1…)
Como citar
ANONYMOUS. Εἲς Ἀπόλλωνα [Δήλιον]. In: EVELYN-WHITE, Hugh G. (ed.). Hesiod, the Homeric Hymns and Homerica. Londres: William Heinemann; Nova York: The Macmillan Co., 1914. Pedra Angular (org. Διαφορεύς), versão 1.0.0. DOI: 10.5281/zenodo.23068915. URN: urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2. Disponível em: https://pedraangular.app.br/rolo/hinos-homericos-hino-03-a-apolo-grc-evelyn-white-1914.html. Acesso em: [data do acesso].
BibTeX (Zotero, LaTeX)
@misc{pa-hinos-homericos-hino-03-a-apolo-grc-evelyn-white-1914,
  author = {Anonymous},
  title = {Εἲς Ἀπόλλωνα [Δήλιον]},
  note = {In: EVELYN-WHITE, Hugh G. (ed.). Hesiod, the Homeric Hymns and Homerica. Londres: William Heinemann; Nova York: The Macmillan Co., 1914; URN urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2},
  howpublished = {Pedra Angular (org. Διαφορεύς), versão 1.0.0},
  doi = {10.5281/zenodo.23068915},
  url = {https://pedraangular.app.br/rolo/hinos-homericos-hino-03-a-apolo-grc-evelyn-white-1914.html},
  urldate = {}
}

Εἲς Ἀπόλλωνα [Δήλιον]

1 μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,

2 ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·

3 καί ῥά τʼ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο

4 πάντες ἀφʼ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.

5 Λητὼ δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,

6 ἥ ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,

7 καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα

8 τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο

9 πασσάλου ἐκ χρυσέου· τὸν δʼ ἐς θρόνον εἷσεν ἄγουσα.

10 τῷ δʼ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ

11 δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι

12 ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,

13 οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.

14 χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,

15 Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,

16 τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,

17 κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,

18 ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις.

19 “πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;

20 πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδοῖς,

21 ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους·

22 πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι

23 ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες

24 ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.”

25 ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,

26 κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,

27 Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν

28 ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,

29 ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.

30 ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν

31 νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια,

32 Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος

33 Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα

34 Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα,

35 Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,

36 Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα

37 Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,

38 καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,

39 παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα

40 καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ

41 καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηνα

42 Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,

43 καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα

44 Νάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,

45 τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,

46 εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.

47 αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη

48 Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα·

49 πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ

50 καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα·

51 δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,

52 Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, —

53 ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει·

54 οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον,

55 οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις.

56 εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,

57 ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας

58 ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ

59 δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι

60 χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.

61 ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·

62 Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,

63 ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος

64 δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς

65 ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.

66 ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·

67 λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα

68 ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι

69 καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.

70 τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,

71 μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,

72 νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,

73 ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,

74 ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ

75 κλύσσει· ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,

76 τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·

77 πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι

78 οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.

79 ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,

80 ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν

81 ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα

81a [⟨τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα[1]⟩]

82 πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.

83 ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·

84 ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν

85 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος

86 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·

87 ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ

88 βωμὸς καὶ τέμενος, τίσει δέ σέ γʼ ἔξοχα πάντων.

89 αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

90 Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος·

91 Λητὼ δʼ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις

92 ὠδίνεσσι πέπαρτο. θεαὶ δʼ ἔσαν ἔνδοθι πᾶσαι,

93 ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε

94 Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη

95 ἄλλαι τʼ ἀθάναται νόσφιν λευκωλένου Ἥρης·

96 ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·

97 μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·

98 ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,

99 Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε

100 ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε

101 Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν.

102 αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,

103 ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,

104 χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·

105 νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης,

106 μή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.

107 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,

108 βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.

109 αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,

110 αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε

111 ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,

112 πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι.

113 τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·

114 βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.

115 εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,

116 δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.

117 ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε

118 λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν·

119 ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι.

120 ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ

121 ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δʼ ἐν φάρεϊ λευκῷ,

122 λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.

123 οὐδʼ ἄρʼ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,

124 ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν

125 ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ,

126 οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.

127 αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,

128 οὔ σέ γʼ ἔπειτʼ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,

129 οὐδʼ ἔτι δέσματʼ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.

130 αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·

131 εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,

132 χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.

133 ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης

134 Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δʼ ἄρα πᾶσαι

135 θάμβεον ἀθάναται· χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα

136 [βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,

137 γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι

138 νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.[2]]

139 ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.

140 αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον,

141 ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,

142 ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.

143 πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·

144 πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι

145 ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες·

146 ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ,

147 ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται

148 αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.

149 οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ

150 μνησάμενοι τέρπουσιν, ὅτʼ ἂν στήσωνται ἀγῶνα.

151 φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,

152 ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν·

153 πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν

154 ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας

155 νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά.

156 πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται,

157 κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·

158 αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν,

159 αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,

160 μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν

161 ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων.

162 πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν

163 μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος

164 φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.

165 ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,

166 χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν

167 μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων

168 ἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών·

169 ὦ κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν

170 ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;

171 ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·

172 τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ

173 τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.

174 ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶαν

175 ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·

176 οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.

177 αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα

178 ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.

179 “ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν

180 καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,

181 αὐτὸς δʼ αὖ Δήλοιο περικλύστοιο[3] μέγʼ ἀνάσσεις.”

182 εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς

183 φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,

184 ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ

185 χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.

186 ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,

187 εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων.

188 αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·

189 Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ

190 ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων

191 τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι

192 ζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται

193 εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ·

194 αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι

195 Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη

196 ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι·

197 τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια,

198 ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,

199 Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.

200 ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης

201 παίζουσʼ· αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει

202 καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει

203 μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.

204 οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες

205 Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς

206 υἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι.

207 “πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;

208 ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,

209 ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην

210 Ἴσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδῃ εὐίππῳ;

211 ἢ ἅμα Φόρβαντι Τριοπέῳ γένος, ἢ ἅμʼ Ἐρευθεῖ;

212 ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι

213 […] πεζός, ὃ δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν.

214 ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι

215 ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον;

216 Πιερίην μὲν πρῶτον ἀπʼ Οὐλύμποιο κατῆλθες·

217 Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆνας

218 καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες,

219 Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.

220 στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ

221 τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.

222 ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον,

223 βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ

224 ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.

225 Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ·

226 οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,

227 οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι

228 Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη.

229 ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον,

230 Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος·

231 ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ

232 ἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περ

233 ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν

234 κείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.

235 εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,

236 ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·

237 ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτι

238 εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.

239 ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·

240 Κηφισσὸν δʼ ἄρʼ ἔπειτα κιχήσαο καλλιρέεθρον,

241 ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.

242 τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον

243 ἔνθεν ἄρʼ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.

244 βῆς δʼ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων

245 τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·

246 στῆς δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπες·

247 Τελφοῦσʼ, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν

248 ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ

249 ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,

250 ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν

251 ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,

252 χρησόμενοι· τοῖσιν δέ κʼ ἐγὼ νημερτέα βουλὴν

253 πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.

254 ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων

255 εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα

256 Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον·

257 φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.

258 ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν

259 ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ

260 ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·

261 ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι,

262 πημανέει σʼ αἰεὶ κτύπος ἵππων ὠκειάων

263 ἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·

264 ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι

265 ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων

266 ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα.

267 ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων

268 ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,

269 ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.

270 ἔνθʼ οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων

271 ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,

272 ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα

273 ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς

274 δέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.

275 ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ

276 Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδʼ Ἑκάτοιο.

277 ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·

278 ἷξες δʼ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,

279 οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον

280 ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.

281 ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων

282 ἵκεο δʼ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,

283 κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν

284 πέτρη ἐπικρέμαται, κοίλη δʼ ὑποδέδρομε βῆσσα,

285 τρηχεῖʼ· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων

286 νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·

287 ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν

288 ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ

289 ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,

290 ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,

291 ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,

292 χρησόμενοι· τοῖσιν δʼ ἄρʼ ἐγὼ νημερτέα βουλὴν

293 πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.

294 ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων

295 εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπʼ αὐτοῖς

296 λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης,

297 υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·

298 ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπων

299 ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.

300 ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν

301 κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,

302 ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ

303 ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,

304 πολλὰ δὲ μῆλα ταναύποδʼ, ἐπεὶ πέλε πῆμα δαφοινόν.

305 καί ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης

306 δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν·

307 ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,

308 ἥνικʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνην

309 ἐν κορυφῇ· ἣ δʼ αἶψα χολώσατο πότνια Ἥρη

310 ἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε·

311 κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,

312 ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς

313 πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν·

314 καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,

315 ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·

316 αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι

317 παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·

317a [⟨αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή⟩[4]]

318 ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·

319 ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα

320 δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.

321 ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.

322 σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;

323 πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;

324 οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης

325 ἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.

325a φράζεο νῦν μή τοί τι κακὸν μητίσομʼ ὀπίσσω.

326 καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται

327 παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,

328 οὔτε σὸν αἰσχύνασʼ ἱερὸν λέχος οὔτʼ ἐμὸν αὐτῆς.

329 οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλʼ ἀπὸ σεῖο

330 τηλόθʼ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.

331 ὣς εἰποῦσʼ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.

332 αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη,

333 χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον·

334 κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν

335 Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες

336 Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·

337 αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα

338 νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·

339 ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.

340 ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ·

341 κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα

342 τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.

343 ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν

344 οὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,

345 οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ

346 αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·

347 ἀλλʼ ἥ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσα

348 τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.

349 ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο

350 ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,

351 ἣ δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,

352 δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.

353 αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη

354 δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δʼ ὑπέδεκτο.

355 ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων·

356 ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,

357 πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων

358 καρτερόν· ἣ δʼ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι

359 κεῖτο μέγʼ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.

360 θεσπεσίη δʼ ἐνοπὴ γένετʼ ἄσπετος· ἣ δὲ καθʼ ὕλην

361 πυκνὰ μάλʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν

362 φοινὸν ἀποπνείουσʼ· ὃ δʼ ἐπηύξατο Φοῖβος Ἀπόλλων·

363 ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ·

364 οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν

365 ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες

366 ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·

367 οὐδέ τί τοι θάνατόν γε δυσηλεγέʼ οὔτε Τυφωεὺς

368 ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γʼ αὐτοῦ

369 πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.

370 ὣς φάτʼ ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε.

371 τὴν δʼ αὐτοῦ κατέπυσʼ ἱερὸν μένος Ἠελίοιο,

372 ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα

373 Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι

374 αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.

375 καὶ τότʼ ἄρʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,

376 οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·

377 βῆ δʼ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δʼ ἵκανε·

378 στῆ δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·

379 Τελφοῦσʼ, οὐκ ἄρʼ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα

380 χῶρον ἔχουσʼ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.

381 ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.

382 ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων

383 πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα

384 καὶ βωμὸν ποιήσατʼ ἐν ἄλσεϊ δενδρήεντι,

385 ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδʼ ἄνακτι

386 πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,

387 οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.

388 καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων,

389 οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,

390 οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·

391 ταῦτʼ ἄρα ὁρμαίνων ἐνόησʼ ἐπὶ οἴνοπι πόντῳ

392 νῆα θοήν· ἐν δʼ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,

393 Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι

394 ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας

395 φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ

396 χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.

397 οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ

398 ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους

399 ἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·

400 ἐν πόντῳ δʼ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς

401 νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·

402 τῶν δʼ οὔτις κατὰ θυμὸν ἐπεφράσαθʼ ὥστε νοῆσαι

402a [⟨ἐκβάλλειν δʼ ἔθελον δελφῖνʼ· ὁ δὲ νῆα μέλαιναν⟩[5]]

403 πάντοσʼ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.

404 οἳ δʼ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες·

405 οὐδʼ οἵ γʼ ὅπλʼ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,

406 οὐδʼ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,

407 ἀλλʼ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,

408 ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε

409 νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,

410 πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον

411 ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,

412 Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ

413 Ἠελίοιο ἄνακτος, ἔχει δʼ ἐπιτερπέα χῶρον.

414 οἳ μὲν ἄρʼ ἔνθʼ ἔθελον νῆα σχεῖν ἠδʼ ἀποβάντες

415 φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,

416 εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον

417 ἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.

418 ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,

419 ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα

420 ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων

421 ῥηιδίως ἴθυνʼ· ἣ δὲ πρήσσουσα κέλευθον

422 Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν

423 καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ

424 καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους.

425 βῆ δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην

426 ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.

427 εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,

428 καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο

429 Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.

430 ἀλλʼ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν

431 καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,

432 ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·

433 ἦλθʼ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,

434 λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα

435 νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.

436 ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τʼ ἠέλιόν τε

437 ἔπλεον· ἡγεμόνευε δʼ ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

438 ἷξον δʼ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,

439 ἐς λιμένʼ· ἣ δʼ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.

440 ἔνθʼ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,

441 ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δʼ ἀπὸ πολλαὶ

442 σπινθαρίδες πωτῶντο, σέλας δʼ εἰς οὐρανὸν ἷκεν·

443 ἐς δʼ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.

444 ἔνθʼ ἄρʼ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·

445 πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δʼ ὀλόλυξαν

446 Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες

447 Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ.

448 ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι,

449 ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,

450 πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·

451 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·

452 ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;

453 ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε

454 οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται

455 ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;

456 τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖαν

457 ἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε;

458 αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,

459 ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ

460 ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας

461 σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.

462 ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.

463 τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

464 ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,

465 οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν,

466 οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

467 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ·

468 τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;

469 ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα

470 ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι·

471 νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,

472 νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·

473 ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας.

474 τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·

475 ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενέμεσθε

476 τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ ὑπότροποι αὖτις ἔσεσθε

477 ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος

478 ἔς τε φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν

479 ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.

480 εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·

481 ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖτμα θαλάσσης,

482 οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸν

483 ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,

484 βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι

485 αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.

486 ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα·

487 ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,

488 νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε,

489 ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης

490 καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης·

491 πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες

492 εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.

493 ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ

494 εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,

495 ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς

496 αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.

497 δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ

498 καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.

499 αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,

500 ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν,

501 εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.

502 ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.

503 ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,

504 ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·

505 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.

506 ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο

507 ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·

508 καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·

509 πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες

510 εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.

511 δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ

512 καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.

513 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

514 βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,

515 φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,

516 καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο

517 Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον,

518 οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα

519 ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.

520 ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο

521 Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον

522 οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·

523 δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.

524 τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·

525 τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

526 ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης

527 ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·

528 πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.

529 οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων,

530 ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν.

531 τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·

532 νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας

533 βούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·

534 ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,

535 δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,

536 σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται,

537 ὅσσα τʼ ἐμοί κʼ ἀγάγωσι περικλυτὰ φῦλʼ ἀνθρώπων·

538 νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλʼ ἀνθρώπων

539 ἐνθάδʼ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.

539a [⟨δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα.⟩

539b ⟨εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλʼ ἀλογήσει⟩[6]]

540 ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον

541 ὕβρις θʼ, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,

542 ἄλλοι ἔπειθʼ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,

543 τῶν ὑπʼ ἀναγκαίῃ δεδμήσεσθʼ ἤματα πάντα.

544 εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.

545 καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ·

546 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.”

Ὁ Διαφορεύς παρῆν

[1]: Allen.

[2]: ll. 136-8 are instrusive, being alternative for l. 139. They are found in Π and the edition of Stephanus (in text), and in the margin of the ETL (with the note “in another copy these verses are also extant”). In D they are added by a second hand.

[3]: περικλύστοιο appears in later printings. περικλύστης is found in 1914 edition. This was a silent edit calling into question the publication date of the original print source.

[4]: Suggested by Allen-Sikes to fill up the lacuna.

[5]: Allen-Sikes’s supplement.

[6]: Allen suggests these two lines to fill the lacuna.

Ὁ Διαφορεύς παρῆν — um arquivo: o texto, a fonte, o programa e a voz.