Pular para o texto

Ἔργα καὶ Ἡμέραι

Hesiod

rolo estático · Pedra Angular

Autor
Hesiod
Editor
Hugh G. Evelyn-White
Edição de base
Hesiod, the Homeric Hymns and Homerica, with an English translation by Hugh G. Evelyn-White (London: William Heinemann; New York: The Macmillan Co., 1914), Loeb Classical Library
Idioma
grc
Ano do original
c. 700 BCE
URN
urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2
Licença
CC-BY-SA-4.0
Fonte
https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0020/tlg002
Identificador
hesiodo-trabalhos-e-dias-grc-evelyn-white-1914
Markdown
../livros/LITERATURA/Grego/Epica_Grega/Hesiodo/Trabalhos_e_Dias/Hesiodo_Trabalhos_e_Dias_grc_Evelyn-White_1914.md
Endereço por URN
https://pedraangular.app.br/urn/?urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2 (uma passagem: acrescente :216a, :1.1…)
Como citar
HESIOD. Ἔργα καὶ Ἡμέραι. In: EVELYN-WHITE, Hugh G. (ed.). Hesiod, the Homeric Hymns and Homerica. Londres: William Heinemann; Nova York: The Macmillan Co., 1914. Pedra Angular (org. Διαφορεύς), versão 1.0.0. DOI: 10.5281/zenodo.23068915. URN: urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2. Disponível em: https://pedraangular.app.br/rolo/hesiodo-trabalhos-e-dias-grc-evelyn-white-1914.html. Acesso em: [data do acesso].
BibTeX (Zotero, LaTeX)
@misc{pa-hesiodo-trabalhos-e-dias-grc-evelyn-white-1914,
  author = {Hesiod},
  title = {Ἔργα καὶ Ἡμέραι},
  note = {In: EVELYN-WHITE, Hugh G. (ed.). Hesiod, the Homeric Hymns and Homerica. Londres: William Heinemann; Nova York: The Macmillan Co., 1914; URN urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2},
  howpublished = {Pedra Angular (org. Διαφορεύς), versão 1.0.0},
  doi = {10.5281/zenodo.23068915},
  url = {https://pedraangular.app.br/rolo/hesiodo-trabalhos-e-dias-grc-evelyn-white-1914.html},
  urldate = {}
}

Ἔργα καὶ Ἡμέραι

1 μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι

2 δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι·

3 ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,

4 ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.

5 ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,

6 ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,

7 ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει

8 Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.

9 κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας

10 τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.

11 οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν

12 εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,

13 ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν.

14 ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,

15 σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης

16 ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.

17 τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,

18 θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,

19 γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·

20 ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.

21 εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει

22 πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν

23 οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων

24 εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.

25 καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,

26 καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.

27 ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,

28 μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι

29 νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.

30 ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,

31 ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται

32 ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.

33 τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις

34 κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται

35 ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος

36 ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.

37 ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ

38 ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας

39 δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.

40 νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς

41 οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.

42 κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·

43 ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,

44 ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·

45 αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,

46 ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.

47 ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,

48 ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·

49 τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.

50 κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο

51 ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος

52 ἐν κοΐλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.

53 τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·

54 Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

55 χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,

56 σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.

57 τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες

58 τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.

59 ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.

60 Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα

61 γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν

62 καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν

63 παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην

64 ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·

65 καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην

66 καὶ πόθον ἀργαλέον καὶ γυιοκόρους μελεδώνας·

67 ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος

68 Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.

69 ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.

70 αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις

71 παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·

72 ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·

73 ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ

74 ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε

75 Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·

76 [πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.]

77 ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης

78 ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος

79 [τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν]

80 θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα

81 Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες

82 δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.

83 αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,

84 εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην

85 δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς

86 ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον

87 δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν

88 ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.

89 αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.

90 Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων

91 νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο

92 νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.

93 [αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.]

94 ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα

95 ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.

96 μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν

97 ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε

98 ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο

99 [αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.]

100 ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·

101 πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·

102 νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ

103 αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι

104 σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.

105 οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.

106 εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω

107 εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.

108 ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.

109 χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων

110 ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.

111 οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·

112 ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες

113 νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν

114 γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι

115 τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·

116 θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα

117 τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα

118 αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ

119 ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.

120 ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.

121 αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—

122 τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται

123 ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,

124 [οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα]

125 [ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν,]

126 πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,

127 δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν

128 ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες,

129 χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.

130 ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ

131 ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.

132 ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,

133 παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες

134 ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο

135 ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν

136 ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,

137 ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα

138 Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς

139 οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.

140 αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—

141 τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,

142 δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,

143 Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων

144 χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,

145 ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος

146 ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον

147 ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,

148 ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι

149 ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

150 τῶν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι

151 χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.

152 καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες

153 βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Ἀίδαο

154 νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας

155 εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.

156 αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,

157 αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ

158 Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,

159 ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται

160 ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.

161 καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,

162 τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,

163 ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο,

164 τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης

165 ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο.

166 ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,

167 τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας

168 Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.

170 καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες

171 ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην,

172 ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν

173 τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.

169 τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.

169a [τοῦ γὰρ δεσμὸ]ν ἔλυσε πα[τὴρ ἀνδρῶν τε θεῶν τε.]

169b [τοῖσι δʼ ὁμῶς ν]εάτοις τιμὴ [καὶ κῦδος ὀπηδεῖ.]

169c [Πέμπτον δʼ αὖτις ἔτʼ ἄ]λλο γένος θῆκʼ [εὐρύοπα Ζεὺς]

169d [ἀνδρῶν, οἳ] γεγάασιν ἐπὶ [χθονὶ πουλυβοτείρῃ.]

174 μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι

175 ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.

176 νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ

177 παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ

178 φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·

179 ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.

180 Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,

181 εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.

182 οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,

183 οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,

184 οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.

185 αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·

186 μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι

187 σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε

188 γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν

189 χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.

190 οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου

191 οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν

192 ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς

193 οὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα

194 μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.

195 ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι

196 δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.

197 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης

198 λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν

199 ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους

200 Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ

201 θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή.

202 νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·

203 ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον

204 ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·

205 ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι,

206 μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·

207 δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·

208 τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·

209 δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.

210 ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·

211 νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.

212 ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.

213 ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε·

214 ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς

215 ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς

216 ἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν

217 κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει

218 ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.

219 αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.

220 τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι

221 δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.

222 ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,

223 ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,

224 οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.

225 Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν

226 ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,

227 τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·

228 εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς

229 ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·

230 οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ

231 οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.

232 τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς

233 ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·

234 εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·

235 τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·

236 θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν

237 νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.

238 οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,

239 τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.

240 πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,

241 ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.

242 τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων

243 λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.

244 οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι

245 Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε

246 ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος

247 ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.

248 ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ

249 τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες

250 ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν

251 ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.

252 τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ

253 ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·

254 οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα

255 ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.

256 ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,

257 κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.

258 καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,

259 αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι

260 γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ

261 δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες

262 ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.

263 ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας

264 δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.

265 οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,

266 ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.

267 πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας

268 καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,

269 οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.

270 νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος

271 εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον

272 ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·

273 ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.

274 ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,

275 καί νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.

276 τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων

277 ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς

278 ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·

279 ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη

280 γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι

281 γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·

282 ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας

283 ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,

284 τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·

285 ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

286 σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.

287 τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι

288 ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·

289 τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν

290 ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν

291 καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται,

292 ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.

293 οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ

294 φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·

295 ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·

296 ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων

297 ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.

298 ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς

299 ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς

300 ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ

301 αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·

302 λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.

303 τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς

304 ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,

305 οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ

306 ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν,

307 ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.

308 ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·

309 καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.

311 ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.

312 εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς

313 πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.

314 δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,

315 εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν

316 εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.

317 αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

318 αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.

319 αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.

320 χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.

321 εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,

322 ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ

323 γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ

324 ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ·

325 ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον

326 ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.

327 ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,

328 ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ

329 κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,

330 ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα,

331 ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ

332 νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·

333 τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν

334 ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.

335 ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν.

336 κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν

337 ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν·

338 ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,

339 ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ,

340 ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,

341 ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.

342 τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι·

343 τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·

344 εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται,

345 γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.

346 πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ.

347 ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ.

348 οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη.

349 εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι,

350 αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι,

351 ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.

352 μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν.

353 τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.

354 καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.

355 δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν.

356 δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.

357 ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη,

358 χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·

359 ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,

360 καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ.

363 ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν·

361 εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο

362 καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.

364 οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.

365 οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.

366 ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ

367 χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.

368 ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,

369 μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ.

370 μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.

371 καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.

372 πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.

373 μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω

374 αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.

375 ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν.

376 μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον

377 φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.

378 γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων.

379 ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.

380 πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη.

381 σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,

382 ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι.

383 πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων

384 ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.

385 αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα

386 κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ

387 φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.

388 οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης

389 ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα,

390 πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον

391 ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,

392 γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα

393 ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα

394 ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων

395 πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.

396 ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω

397 οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,

398 ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο,

399 μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων

400 ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν.

401 δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς,

402 χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·

403 ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα

404 φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.

405 οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,

406 κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,

407 χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,

408 μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,

409 ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.

410 μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·

411 οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν

412 οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·

413 αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

414 ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο

415 καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος

416 Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς

417 πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ

418 βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων

419 ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·

420 τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ

421 ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·

422 τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.

423 ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,

424 ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·

425 εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.

426 τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.

427 πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,

428 ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,

429 πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,

430 εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας

431 γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.

432 δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,

433 αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·

434 εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.

435 δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,

436 δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω

437 ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,

438 ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.

439 οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον

440 ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.

441 τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο

442 ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,

443 ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,

444 μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ

445 θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων

446 σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.

447 κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.

448 φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς

449 ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·

450 ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην

451 δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·

452 δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·

453 ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·

454 ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.

455 φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,

456 νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,

457 τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.

458 εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,

459 δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς

460 αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην,

461 πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.

462 ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.

463 νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·

464 νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.

465 εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ,

466 ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,

467 ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης

468 χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι

469 ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε

470 δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη

471 σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη

472 θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.

473 ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,

474 εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,

475 ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα

476 γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.

477 εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους

478 αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.

479 εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,

480 ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,

481 ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,

482 οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.

483 ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,

484 ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.

485 εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·

486 ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι

487 τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν,

488 τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι,

489 μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων·

490 οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.

491 ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι

492 μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.

493 πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην

494 ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων

495 ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,

496 μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ

497 σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.

498 πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,

499 χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.

500 ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

501 ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.

502 δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·

503 οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.

504 μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα,

505 τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν

506 πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,

507 ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ

508 ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·

509 πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας

510 οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ

511 ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.

512 θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,

513 τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν

514 ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.

515 καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·

516 καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι,

517 οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν

518 ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.

519 καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,

520 ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει

521 οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·

522 εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ

523 χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου

524 ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει

525 ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.

526 οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·

527 ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε

528 στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.

529 καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται

530 λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα

531 φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,

532 ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι

533 καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,

534 οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται,

535 τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.

536 καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,

537 χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·

538 στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·

539 τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,

540 μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.

541 ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο

542 ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.

543 πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ,

544 δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ

545 ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν

546 πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·

547 ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος

548 ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος

549 ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·

550 ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,

551 ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ

552 ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι

553 πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.

554 τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,

555 μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,

556 χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.

557 ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,

558 χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.

559 τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη

560 ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.

561 ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν

562 ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις

563 γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.

564 εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο

565 χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ

566 Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο

567 πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.

568 τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν

569 ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.

570 τὴν φθάμενος οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον.

571 ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ

572 Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·

573 ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·

574 φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον

575 ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.

576 τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν

577 ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.

578 ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,

579 ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,

580 ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου

581 ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.

582 ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ

583 δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν

584 πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,

585 τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος,

586 μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες

587 εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,

588 αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη

589 εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,

590 μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων,

591 καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης

592 πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον,

593 ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,

594 ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,

595 κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος,

596 τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.

597 δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν

598 δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,

599 χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.

600 μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ

601 πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,

602 θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον

603 δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·

604 καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,

605 μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.

606 χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη

607 βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα

608 δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.

609 εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ

610 οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ἠώς,

611 ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·

612 δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,

613 πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι

614 δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ

615 Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος

616 δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι

617 ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.

618 εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,

619 εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος

620 φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,

621 δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·

622 καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,

623 γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.

624 νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι

625 πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,

626 χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.

627 ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ

628 εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·

629 πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.

630 αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·

631 καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον

632 ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι,

633 ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,

634 πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·

635 ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας,

636 Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·

637 οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,

638 ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·

639 νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,

640 Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.

641 τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι

642 ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.

643 νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.

644 μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος

645 ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.

646 εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν

647 βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,

648 δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,

649 οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.

650 οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον,

651 εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ

652 μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν

653 Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.

654 ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος

655 Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ

656 ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι

657 ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.

658 τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,

659 ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.

660 τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·

661 ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·

662 Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.

663 ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,

664 ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,

665 ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα

666 καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,

667 εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων

668 ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·

669 ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.

670 τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·

671 εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας

672 ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,

673 σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·

674 μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον

675 καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,

676 ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ

677 πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.

678 ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·

679 ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη

680 ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ

681 ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·

682 εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε

683 αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·

684 ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ

685 ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·

686 χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.

687 δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα

688 φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.

689 μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·

690 ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.

691 δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.

692 δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας

693 ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.

694 μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.

695 ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,

696 μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων

697 μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·

698 ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.

699 παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς.

700 τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει,

701 πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.

702 οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον

703 τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,

704 δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα

705 εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.

706 εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.

707 μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·

708 εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.

709 μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃ

710 ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,

711 δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτις

712 ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν,

713 δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον

714 ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.

715 μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι,

716 μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα.

717 μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ

718 τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.

719 γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος

720 φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.

721 εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.

722 μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι

723 ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.

724 μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον

725 χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·

726 οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.

727 μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·

728 αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·

729 μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς

730 μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·

731 ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,

732 ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.

733 μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου

734 ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.

735 μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα

736 σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.

737 μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ

738 ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,

739 χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.

740 ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος,

741 τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.

742 μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ

743 αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.

744 μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε

745 πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.

746 μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,

747 μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.

748 μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα

749 ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.

750 μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,

751 παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ,

752 μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.

753 μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι

754 ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ

755 ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας

756 μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.

757 μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων

758 μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·

759 μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.

760 ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.

761 φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι

762 ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.

763 φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ

764 λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.

765 Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν

766 πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην

767 ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.

769 αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,

768 εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.

770 Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·

771 τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·

772 ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς

773 ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·

774 ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,

775 ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·

776 ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·

777 τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης

778 ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·

779 τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.

780 Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι

781 σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.

782 ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,

783 ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,

784 οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.

785 οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι

786 ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων

787 σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·

788 ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν

789 ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.

790 μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον

791 ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.

792 εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα

793 γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.

794 ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς

795 μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

796 καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς

797 πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ

798 τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε

799 ἄλγεʼ ἃ θυμοβορῆ μάλα γὰρ τετελεσμένον ἦμαρ.

800 Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν

801 οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.

802 πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·

803 ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν

804 Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.

805 Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν

806 εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ

807 βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα

808 νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.

809 τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.

810 εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,

811 πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·

812 ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι

813 ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.

814 παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην

815 ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι

816 βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,

817 νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον

818 εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν.

819 τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ

820 μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην

821 ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων.

822 αἵδε μὲν ἡμέραι εἰσὶν ἐπιχθονίοις μέγʼ ὄνειαρ,

823 αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.

824 ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.

825 ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.

826 τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα

827 εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,

828 ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.

Ὁ Διαφορεύς παρῆν

Ὁ Διαφορεύς παρῆν — um arquivo: o texto, a fonte, o programa e a voz.