Pular para o conteúdo

Θεογονία

Hesiod · Θεογονία

Θεογονία

1 Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,

2 αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε

3 καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν

4 ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.

5 καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο

6 ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο

7 ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο

8 καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.

9 ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,

10 ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,

11 ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην

12 Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,

13 κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην

14 Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν

15 ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,

16 καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην

17 Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην

18 Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην

19 Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

20 Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν

21 ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.

22 αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,

23 ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.

24 τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,

25 Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·

26 “ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,

27 ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,

28 ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.”

29 ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·

30 καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον

31 δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν

32 θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.

33 καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,

34 σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.

35 ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;

36 τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ

37 ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,

38 εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,

39 φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ

40 ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς

41 Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ

42 σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου

43 δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι

44 θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ

45 ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,

46 οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.

47 δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,

48 ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,

49 ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.

50 αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων

51 ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου

52 Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

53 τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα

54 Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,

55 λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.

56 ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς

57 νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·

58 ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι

59 μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,

60 ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ

61 μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,

62 τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.

63 ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.

64 πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν

65 ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι

66 μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ

67 ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.

68 αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,

69 ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα

70 ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει

71 νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,

72 αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,

73 κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα

74 ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.

75 ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,

76 ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,

77 Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε

78 Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε

79 Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.

80 ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.

81 ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο

82 γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,

83 τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,

84 τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ

85 πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας

86 ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων

87 αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·

88 τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς

89 βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι

90 ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.

91 ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται

92 αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·

93 τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.

94 ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος

95 ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,

96 ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι

97 φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.

98 εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ

99 ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς

100 Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων

101 ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,

102 αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων

103 μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.

104 “χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.

105 κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,

106 οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,

107 Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.

108 εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο

109 καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,

110 ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν

111 [οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων]

112 ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο

113 ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.

114 ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι

115 ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.”

116 ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα

117 Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ

118 [ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,]

119 Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,

120 ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,

121 λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων

122 δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.

123 ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·

124 Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,

125 οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.

126 Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ

127 Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,

128 ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.

129 γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,

130 Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.

131 ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,

132 Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα

133 Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,

134 Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε

135 Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε

136 Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.

137 τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,

138 δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.

139 γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,

140 Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,

141 οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.

142 οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,

143 μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.

144 Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων

145 κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·

146 ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.

147 ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

148 τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,

149 Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.

150 τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,

151 ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

152 ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·

153 ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.

154 ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,

155 δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι

156 ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,

157 πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,

158 Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ

159 Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη

160 στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.

161 αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος

162 τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·

163 εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·

164 “παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε

165 πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην

166 ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.

167 ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν

168 φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης

169 ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·

170 μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι

171 ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω

172 ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.”

173 ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·

174 εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν

175 ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.

176 ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ

177 ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη

178 πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ

179 σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην

180 μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς

181 ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι

182 ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·

183 ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,

184 πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν

185 γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,

186 τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,

187 Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.

188 μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι

189 κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,

190 ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς

191 ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη

192 ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν

193 ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.

194 ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη

195 ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην

196 [ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν]

197 κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ

198 θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·

199 Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·

200 ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.

201 τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς

202 γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.

203 ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε

204 μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,

205 παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε

206 τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.

207 τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε

208 παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·

209 φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι

210 ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.

211 νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν

212 καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·

214 δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν

213 οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,

215 Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο

216 χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.

217 καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,

218 Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι

219 γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,

220 αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·

221 οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,

222 πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.

223 τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,

224 Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα

225 Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.

226 αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα

227 Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα

228 Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε

229 Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε

230 Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,

231 Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους

232 πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.

233 Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,

234 πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,

235 οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων

236 λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·

237 αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν

238 Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον

239 Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.

240 Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων

241 πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,

242 κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,

243 Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε

244 Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε

245 Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα

246 Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς

247 καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ

248 Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε

249 Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια

250 Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια

251 Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς

252 Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ

253 πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ

254 ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,

255 Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη

256 Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια

257 Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια

258 Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα

259 Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος

260 καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη

261 Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε

262 Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.

263 αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο

264 κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.

265 Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα

266 ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν

267 ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,

268 αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται

269 ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.

270 Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους

271 ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν

272 ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,

273 Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,

274 Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο

275 ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,

276 Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.

277 ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,

278 αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης

279 ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.

280 τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,

281 ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.

282 τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς

283 γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.

284 χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,

285 ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει

286 βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.

287 Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα

288 μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.

289 τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη

290 βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ

291 ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους

292 Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο

293 Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα

294 σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.

295 ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς

296 θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,

297 σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,

298 ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,

299 ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε

300 αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.

301 ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ

302 τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·

303 ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.

304 ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,

305 ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.

306 τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι

307 δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·

308 ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.

309 Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·

310 δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν

311 Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,

312 πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·

313 τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν

314 Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη

315 ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.

316 καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ

317 Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ

318 Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.

319 ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,

320 δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·

321 τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,

322 ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,

323 [πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,]

324 [δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.]

325 τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.

326 ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον

327 Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,

328 τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις

329 γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.

330 ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,

331 κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·

332 ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.

333 Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα

334 γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης

335 πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.

336 τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.

337 Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,

338 Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην

339 Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον

340 Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην

341 Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε

342 Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα

343 Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον

344 Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε

345 Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.

346 τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν

347 ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι

348 καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,

349 Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε

350 Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς

351 Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε

352 Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε

353 Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη

354 Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη

355 Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις

356 Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε

357 Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε

358 Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος

359 Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ

360 Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε

361 καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.

362 αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο

363 πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.

364 τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,

365 αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης

366 πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.

367 τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,

368 υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·

369 τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,

370 οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.

371 θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

372 Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει

373 ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

374 γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.

375 Κρίῳ δʼ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα

376 Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων

377 Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.

378 Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,

379 ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον

380 καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.

381 τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια

382 ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.

383 Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα

384 Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·

385 καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,

386 τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,

387 οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,

388 ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.

389 ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη

390 ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς

391 ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,

392 εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,

393 μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον

394 ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν

395 τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,

396 τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.

397 ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε

398 σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.

399 τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.

400 αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,

401 παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.

402 ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,

403 ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.

404 φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·

405 κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι

406 Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,

407 ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,

408 μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.

409 γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης

410 ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.

411 ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων

412 Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,

413 μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.

414 ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς

415 ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.

416 καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων

417 ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,

418 κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ

419 ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,

420 καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.

421 ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

422 καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.

423 οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,

424 ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,

425 ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,

427 καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·

426 οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,

428 ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.

429 ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·

434 ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,

430 ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·

431 ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται

432 ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι

433 νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.

435 ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,

436 ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·

437 νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον

438 ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.

439 ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.

440 καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,

441 εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,

442 ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,

443 ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.

444 ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·

445 βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν

446 ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,

447 ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.

448 οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα

449 πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.

450 θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην

451 ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.

452 οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.

453 Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,

454 Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον

455 ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει

456 νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον

457 Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,

458 τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.

459 καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος

460 νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,

461 τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων

462 ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.

463 πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,

464 οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι

465 καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·

466 τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων

467 παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.

468 ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν

469 τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας

470 τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,

471 μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα

472 παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο

473 παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.

474 οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,

475 καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι

476 ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.

477 πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,

478 ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,

479 Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη

480 Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.

481 ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν

482 πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα

483 ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,

484 Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.

485 τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν

486 Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.

487 τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν

488 σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω

489 ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς

490 λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας

491 τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.

492 καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα

493 ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν

494 Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς

495 ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης

496 [νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.]

497 πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·

498 τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης

499 Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο

500 σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.

501 λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν

502 Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·

503 οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,

504 δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν

505 καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·

506 τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.

507 κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην

508 ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.

509 ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·

510 τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα

511 ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα

512 ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·

513 πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα

514 παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς

515 εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ

516 εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.

517 Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης

518 πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,

519 ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·

520 ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.

521 δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον

522 δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·

523 καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ

524 ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη

525 νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.

526 τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς

527 Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν

528 Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων

529 οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,

530 ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη

531 πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.

532 ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·

533 καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,

534 οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.

535 καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι

536 Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ

537 δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.

538 τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ

539 ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,

540 τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ

541 εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.

542 δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·

543 “Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,

544 ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.”

545 ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.

546 τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης

547 ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·

548 ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,

549 τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.

550 Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς

551 γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ

552 θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.

553 χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.

554 χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,

555 ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.

556 ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων

557 καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.

558 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

559 Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

560 ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.

561 ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·

562 ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ

563 οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο

564 θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.

565 ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο

566 κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν

567 ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,

568 Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,

569 ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.

570 αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·

571 γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις

572 παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.

573 ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη

574 ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην

575 δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·

576 [ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,]

577 [ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.]

578 ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,

579 τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις

580 ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.

581 τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,

582 κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,

583 τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—

584 θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.

585 αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.

586 ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,

587 κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.

588 θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,

589 ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.

590 ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,

591 [τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,]

592 πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν

593 οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.

594 ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι

595 κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—

596 αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

597 ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,

598 οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους

599 ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—

600 ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας

601 Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων

602 ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·

603 ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν

604 μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο

605 χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς

606 ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται

607 χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,

608 κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,

609 τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει

610 ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,

611 ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην

612 θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.

613 ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.

614 οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς

615 τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης

616 καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.

617 Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ

618 Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ

619 ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος

620 καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.

621 ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες

622 εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,

623 δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.

624 ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

625 οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,

626 Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·

627 αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε

628 σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.

629 δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες

630 Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,

631 ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,

632 οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,

633 οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,

634 οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.

635 οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες

636 συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·

637 οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ

638 οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.

639 ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,

640 νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,

641 πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.

642 ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,

643 δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·

644 “κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,

645 ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

646 ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι

647 νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα

648 Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.

649 ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους

650 φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ

651 μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες

652 ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ

653 ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.”

654 ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·

655 Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ

656 ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,

657 ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.

658 σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος

659 ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν

660 ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.

661 τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ

662 ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι

663 μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.

664 ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,

665 μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς

666 μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν

667 πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,

668 Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,

669 οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε

670 δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.

671 τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο

672 πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

673 ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

674 οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ

675 πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.

676 Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας

677 προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον

678 ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,

679 γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς

680 σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος

681 ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα

682 Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ

683 ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·

684 ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.

685 φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα

686 κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

687 οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε

688 εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν

689 φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου

690 ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ

691 ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο

692 χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες

693 ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε

694 καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.

695 ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα

696 πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ

697 Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν

698 ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων

699 αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.

700 καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα

701 ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι

702 αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

703 πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει

704 τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·

705 τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.

706 σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον

707 βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,

708 κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε

709 ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει

710 σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.

711 ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες

712 ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.

713 οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν

714 Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,

715 οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν

716 πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι

717 Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης

718 πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν

719 χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,

720 τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·

721 τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.

722 ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

723 οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·

724 ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

725 ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.

726 τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ

727 τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν

728 γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.

729 ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι

730 κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο

731 χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.

732 τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων

733 χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.

734 ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος

735 ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.

736 ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος

737 πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος

738 ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν

739 ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,

740 χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν

741 οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,

742 ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ

743 ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι

744 τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ

745 ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.

746 τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν

747 ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν

748 ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι

749 ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν

750 χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε

751 ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,

752 ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα

753 γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα

754 μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,

755 ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,

756 ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.

757 Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.

758 ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,

759 Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς

760 Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν

761 οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.

762 τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης

763 ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,

764 τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ

765 νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν

766 ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.

767 ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες

768 ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης

769 ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει

770 νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας

771 σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,

772 ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων

773 ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.

774 [ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.]

775 ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,

776 δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο

777 πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει

778 μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη

779 κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.

780 παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις

781 ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.

782 ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται

783 καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,

784 Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι

785 τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ

786 ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο

787 ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης

788 ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν

789 Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·

790 ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης

791 δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,

792 ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.

793 ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ

794 ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,

795 κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·

796 οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον

797 βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος

798 στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.

799 αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,

800 ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.

801 εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,

802 οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας

803 ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις

804 εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.

805 τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ

806 ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.

807 ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος

808 πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος

809 ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν

810 ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.

811 ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς

812 ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,

813 αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων

814 Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.

815 αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι

816 δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,

817 Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα

818 γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,

819 δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.

820 αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς,

821 ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη

822 Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·

823 οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,

824 καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων

825 ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,

826 γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων

827 θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·

828 πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·

829 φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι

830 παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ

831 φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε

832 ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,

833 ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,

834 ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,

835 ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.

836 καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ

837 καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,

838 εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.

839 σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα

840 σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε

841 πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.

842 ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος

843 ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.

844 καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον

845 βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,

846 πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.

847 ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·

848 θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ

849 ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·

850 τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,

851 Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,

852 ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.

853 Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,

854 βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,

855 πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας

856 ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.

857 αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,

858 ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.

859 φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος

860 οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,

861 πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα

862 ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς

863 τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι

864 θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.

865 οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ

866 τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.

867 ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.

868 ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.

869 ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,

870 νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·

871 οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·

872 οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·

873 αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,

874 πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·

875 ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας

876 ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ

877 ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·

878 αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν

879 ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων

880 πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.

881 αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,

882 Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,

883 δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν

884 Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν

885 ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.

886 Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν

887 πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.

888 ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην

889 τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας

890 αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν

891 Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.

892 τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν

893 ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.

894 ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·

895 πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν

896 ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.

897 αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν

898 ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·

899 ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,

900 ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.

901 δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,

902 Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,

903 αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,

904 Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,

905 Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι

906 θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.

907 τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,

908 Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,

909 Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·

910 τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων

911 λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.

912 αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,

913 ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς

914 ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.

915 Μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,

916 ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο

917 ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.

918 Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,

919 ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,

920 γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.

921 λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·

922 ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε

923 μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.

924 αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν

925 δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην

926 πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,

927 Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα

928 γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,

929 ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.

929a ⟨Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.⟩

929b ⟨ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν⟩

929c ⟨Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,⟩

929d ⟨ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·⟩

929e ⟨αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο⟩

929f ⟨κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,⟩

[…]

929g ⟨ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.⟩

929h ⟨συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν⟩

929i ⟨δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.⟩

929j ⟨τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων⟩

929k ⟨κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην⟩

929l ⟨κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε⟩

929m ⟨πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.⟩

929n ⟨Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα⟩

929o ⟨ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων⟩

929p ⟨πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,⟩

929q ⟨ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων⟩

929r ⟨ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,⟩

929s [αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·]

929t ⟨σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.⟩

930 Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου

931 Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης

932 πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι

933 ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι

934 ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε

935 δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας

936 ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,

937 Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.

938 Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,

939 κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.

940 Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν

941 μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,

942 ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.

943 Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην

944 μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.

945 ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,

946 ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.

947 χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,

948 κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.

949 τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.

950 ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,

951 ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,

952 παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,

953 αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,

954 ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας

955 ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.

956 ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη

957 Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.

958 Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο

959 κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο

960 γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.

961 ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι

962 γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.

963 “ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,

964 νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.

965 νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι

966 Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,

967 ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι

968 ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.”

969 Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,

970 Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι

971 νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,

972 ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης

973 πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,

974 τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.

975 Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,

976 Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον

977 Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,

978 γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.

979 κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ

980 μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,

981 Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,

982 Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη

983 βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.

984 Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,

985 Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.

986 αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,

987 ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.

988 τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης

989 παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη

990 ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς

991 νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.

992 κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος

993 Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων

994 ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,

995 τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,

996 ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.

997 τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,

998 ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην

999 Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.

1000 καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,

1001 Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων

1002 Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.

1003 αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,

1004 ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων

1005 Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,

1006 Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα

1007 γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.

1008 Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια

1009 Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι

1010 Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης.

1011 Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο,

1012 γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι

1013 Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·

1014 [Τηλέγονον δʼ ἄρʼ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.]

1015 οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων

1016 πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.

1017 Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων

1018 γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι.

1019 αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι

1020 ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.

1021 νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι

1022 Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

Ὁ Διαφορεύς παρῆν