Ἀσπὶς Ἡρακλέους
1 ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
2 ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα
3 Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
4 ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
5 εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε
6 τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
7 τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων
8 τοῖον ἄηθʼ οἷόν τε πολυχρύσου Ἀφροδίτης.
9 ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
10 ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·
11 ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
12 χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν
13 ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
14 ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
15 νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν
16 πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
17 πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
18 ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
19 ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
20 τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·
21 τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα
22 ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
23 τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
24 Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
25 Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
26 ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
27 κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε
28 ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
29 ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
30 ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,
31 ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
32 ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις
33 Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
34 ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
35 αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης
36 εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·
37 αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
38 ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.
39 οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας
40 ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·
41 τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
42 ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
43 νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
44 ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
45 ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
46 παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
47 τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
48 ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
49 Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
50 οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·
51 τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,
52 δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·
53 τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
54 τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,
55 κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
56 τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
57 ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
58 εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
59 αὐτὸν καὶ πατέρα ὃν Ἄρην, ἄατον πολέμοιο,
60 τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
61 ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι
62 νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει
63 κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.
64 ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
65 ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,
66 ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
67 χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
68 ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
69 αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
70 πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
71 λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ·
72 πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
73 ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
74 πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
75 κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι
76 ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
77 ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
78 “ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
79 ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
80 ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην
81 ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,
82 κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·
83 ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
84 οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
85 ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον.
86 ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
87 ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
88 γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
89 σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
90 ὃς προλιπὼν σφέτερόν τε δόμον σφετέρους τε τοκῆας
91 ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
92 σχέτλιος· ἦ που πολλὰ μετεστεναχίζετʼ ὀπίσσω
93 ἣν ἄτην ὀχέων· ἣ δʼ οὐ παλινάγρετός ἐστιν.
94 αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
95 ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα
96 ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων
97 ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
98 μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
99 ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
100 Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·
101 ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.”
102 τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
103 “ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
104 τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
105 ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα·
106 οἷον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
107 σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
108 ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα
109 δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε
110 μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
111 οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
112 φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
113 οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
114 φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.”
115 ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη
116 θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·
117 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
118 ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
119 ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων,
120 ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
121 πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.
122 ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
123 Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·
124 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
125 καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
126 Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε
127 τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
128 θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
129 δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
130 καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ
131 ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
132 πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,
133 μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
134 μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
135 εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,
136 κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
137 δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
138 ἥτʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
139 χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ
140 οὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι.
141 πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντι
142 ἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ
143 λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.
144 ἐν μέσσῳ δʼ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
145 ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·
146 τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,
147 δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
148 δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
149 σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
150 οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
151 τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
152 κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
153 Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.
154 ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
155 ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει,
156 ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ
157 ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
158 ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
159 εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
160 δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.
161 ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
162 δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,
163 οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·
164 τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
165 Ἀμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα.
166 στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·
167 κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.
168 ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων
169 ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.
170 τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε
171 οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
172 ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
173 δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν
174 αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες
175 κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
176 τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
177 ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
178 ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
179 Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
180 Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε
181 Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,
182 Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
183 ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.
184 Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
185 ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν
186 Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
187 καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
188 ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
189 καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
190 ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
191 ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
192 χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
193 αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
194 αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων
195 δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε
196 ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
197 ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
198 τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
199 ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
200 αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν.
201 ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ
202 ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
203 χρυσείῃ φόρμιγγι· [θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος·]
204 [ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο]
205 [ἀθανάτων ἐν ἀγῶνι·] θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς
206 Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
207 ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης
208 κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
209 κλυζομένῳ ἴκελος· [πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ]
210 [δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες]
211 [νηχομένοις ἴκελοι·] δοιὼ δʼ ἀναφυσιόωντες
212 ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς.
213 τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς
214 ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν
215 ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
216 ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
217 οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ,
218 θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
219 τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις
220 χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
221 ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
222 χαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·
223 πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
224 Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
225 ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ
226 χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος
227 κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
228 αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
229 Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸν
230 Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
231 ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
232 βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
233 ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε
234 δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα.
235 λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας
236 ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις
237 Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων
238 ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,
239 τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
240 λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
241 πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες
242 μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
243 χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,
244 ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
245 ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,
246 ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
247 χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
248 δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς
249 Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
250 δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε
251 δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο
252 αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
253 κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
254 βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν
255 Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο
256 αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
257 ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
258 Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων
259 Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γε
260 τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε.
261 πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
262 δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
263 ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
264 πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
265 χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,
266 γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν.
267 τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
268 αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα
269 εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
270 δάκρυσι μυδαλέη. παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·
271 χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
272 ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε
273 τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης
274 ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·
275 τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε
276 χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι
277 πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
278 τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
279 ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
280 αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
281 ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ,
282 τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ
283 τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος
284 πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
285 ἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληος
286 νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες
287 ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
288 ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
289 αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,
290 βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·
291 οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
292 οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
293 οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
294 λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
295 βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
296 οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
297 χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
299 σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
300 βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.
301 οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο
302 πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν
303 ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
304 ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.
305 πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ
306 δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων
307 ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
308 ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο
309 ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.
310 οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν
311 νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.
312 τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
313 χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
314 ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
315 πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν
316 κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ
317 νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.
318 θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
319 Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
320 ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
321 πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,
322 εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
323 κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος
324 δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
325 ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
326 καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·
327 “χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
328 νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
329 Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
330 ἄλλο δέ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
331 εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
332 τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
333 αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
334 ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
335 ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·
336 ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
337 οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.”
338 ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
339 νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
340 ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
341 σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
342 ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
343 ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
344 αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα.
345 τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
346 Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
347 τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν
348 ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
349 τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
350 “Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους
351 ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
352 ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
353 εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω
354 ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ
355 Τρηχῖνος προβέβηκε, σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·
356 τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
357 ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
358 ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
359 ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι
360 ἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος
361 ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
362 τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
363 οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
364 παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.”
365 πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
366 ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
367 χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
368 ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
369 τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
370 δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν
371 παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.
372 ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·
373 τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.
374 ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
375 πέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,
376 πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δέ τε πεῦκαι
377 αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων
378 ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,
379 ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
380 πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς
381 Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
382 φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
383 θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.
384 κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
385 σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
386 οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
387 κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
388 ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
389 δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
390 λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
391 ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·
392 τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.
393 ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
394 ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
395 ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
396 καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν
397 ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
398 τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
399 τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται,
400 οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος·
401 τὴν ὥρην μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
402 ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
403 ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
404 δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίγνετʼ ὀδόντων·
405 οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,
406 πέτρῃ ἔφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
407 αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο
408 πίονος, ἥν τʼ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
409 ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δʼ ἀπαλήσεται ἄλλῃ
410 χώρου ἄιδρις ἐών· οἳ δʼ ὀτραλέως ἐνόησαν,
411 ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·
412 ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
413 ἔνθʼ ἦ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν
414 κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,
415 οὐδʼ ἔρρηξεν χαλκόν· ἔρυτο δὲ δῶρα θεοῖο.
416 Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
417 μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
418 αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
419 ἤλασʼ ἐπικρατέως· ἀπὸ δʼ ἄμφω κέρσε τένοντε
420 ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.
421 ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη
422 ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·
423 ὣς ἔριπʼ· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
424 τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός,
425 αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
426 δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
427 ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
428 σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·
429 ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
430 γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους
431 οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
432 ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·
433 τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
434 ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
435 ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·
436 ἀμφότεροι δʼ ἰάχοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
437 ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
438 μακρὰ δʼ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ
439 ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν
440 ὑψηλός· τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·
441 τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
442 κεκληγὼς ἐπόρουσεν· ὃ δʼ ἐμμαπέως ὑπέδεκτο.
443 αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
444 ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα·
445 δεινὰ δʼ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·
446 “Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
447 οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
448 Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
449 ἀλλʼ ἄγε παῦε μάχην, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο.”
450 ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν,
451 ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τʼ ἔγχεα πάλλων
452 καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
453 κακτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος,
454 σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,
455 ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη
456 ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου.
457 δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ
458 ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα
459 Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
460 μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
461 οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε
462 δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
463 τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
464 ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
465 ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα
466 ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
467 υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
468 Κύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰ
469 νίσσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
470 ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη
471 ἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
472 Κύκνον δʼ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,
473 οἵ ῥʼ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος
474 Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τʼ Ἰαωλκὸν
475 Ἄρνην τʼ ἠδʼ Ἑλίκην· πολλὸς δʼ ἠγείρετο λαός,
476 τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
477 τοῦ δὲ τάφον καὶ σῆμʼ ἀιδὲς ποίησεν Ἄναυρος
478 ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων
479 Λητοΐδης ἤνωξʼ, ὅτι ῥα κλειτὰς ἑκατόμβας
480 ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.
Ὁ Διαφορεύς παρῆν