Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 99

[99] ἴδε γοῦν οἷα παρ’ Εὐριπίδῃ φησὶν ὁ Ἡρακλῆς· / [M.461] "πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου / πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω / γῆς εἶσιν ἄστρα γῆ τ’ ἄνεις’ εἰς αἰθέρα, / πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.“ τῷ γὰρ ὄντι θωπεία μὲν καὶ κολακεία καὶ ὑπόκρισις, ἐν οἷς λόγοι γνώμαις διαμάχονται, δουλοπρεπέστατα, τὸ δὲ ἀνόθως καὶ γνησίως ἐκ καθαροῦ τοῦ συνειδότος ἐλευθεροστομεῖν εὐγενέσιν ἁρμόττον.