[89] σημεῖον δέ· πολλῶν κατὰ καιροὺς ἐπαναστάντων τῇ χώρᾳ δυναστῶν καὶ φύσεσι καὶ προαιρέσεσι χρησαμένων διαφερούσαις — οἱ μὲν γὰρ πρὸς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες ἢ καὶ ζῶντας ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη κρεουργοῦντες ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης οὐκ ἐπαύσαντο·