Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 84

[84] τοῦ μὲν οὖν φιλοθέου δείγματα παρέχονται μυρία· τὴν παρ’ ὅλον τὸν βίον συνεχῆ καὶ ἐπάλληλον ἁγνείαν, τὸ ἀνώμοτον, τὸ ἀψευδές, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατές, τὸ καρτερικόν, ἔτι δὲ ὀλιγοδεΐαν, ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθές, καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου εὔνοιαν, ἰσότητα, τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν.