[79] δοῦλός τε παρ’ αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ’ ἐλεύθεροι πάντες ἀνθυπουργοῦντες ἀλλήλοις· καταγινώσκουσί τε τῶν δεσποτῶν, οὐ μόνον ὡς ἀδίκων, ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως ἀναιρούντων, ἣ πάντας ὁμοίως γεννήσασα καὶ θρεψαμένη μητρὸς δίκην ἀδελφοὺς γνησίους, οὐ λεγομένους ἀλλ’ ὄντας ὄντως, [M.458] ἀπειργάσατο· ὧν τὴν συγγένειαν ἡ ἐπίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν, ἀντ’ οἰκειότητος ἀλλοτριότητα καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη.