Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 76

[76] οὗτοι τὸ μὲν πρῶτον κωμηδὸν οἰκοῦσι τὰς πόλεις ἐκτρεπόμενοι διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας, εἰδότες ἐκ τῶν συνόντων ὡς ἀπ’ ἀέρος φθοροποιοῦ νόσον ἐγγινομένην προσβολὴν ψυχαῖς ἀνίατον· ὧν οἱ μὲν γεωπονοῦντες, οἱ δὲ τέχνας μετιόντες ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιάζοντας ὠφελοῦσιν, οὐκ ἄργυρον καὶ χρυσὸν θησαυροφυλακοῦντες οὐδ’ ἀποτομὰς γῆς μεγάλας κτώμενοι δι’ ἐπιθυμίαν προσόδων, ἀλλ’ ὅσα πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ἐκπορίζοντες.