Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 73

[73] μάρτυς δὲ ἡ Ἑλλὰς καὶ ἡ βάρβαρος· ἐν τῇ μὲν γὰρ οἱ ἐτύμως ἑπτὰ σοφοὶ προσονομασθέντες ἤνθησαν, καὶ ἄλλων πρότερον καὶ αὖθις ὡς εἰκὸς ἀκμασάντων, ὧν ἡ μνήμη παλαιοτέρων μὲν ὄντων μήκει χρόνων ἠφανίσθη, νεαζόντων δὲ ἔτι διὰ τὴν ἐπιπολάζουσαν τῶν συνόντων ὀλιγωρίαν ἐξαμαυροῦται.