Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 71

[71] τὸ δικαιοσύνης, τὸ ἀνδρείας, τὸ σωφροσύνης. [cap.11] ἔχοντες οὖν τοιαύτας [38] [39] παρ’ ἑαυτοῖς ἀφορμὰς οὐκ ἐρυθριῶμεν ἔνδειαν σοφίας ἀνθρώπων γένει καταγγέλλοντες, ἣν δυνατὸν ἦν ἐκφυσήσαντας καθάπερ ἐν ὕλῃ σπινθῆρα τυφόμενον ζωπυρῆσαι; ἀλλὰ γὰρ πρὸς ἃ μὲν σπεύδειν ἐχρῆν ὡς συγγενέστατα καὶ οἰκειότατα, πολὺς ὄκνος καὶ ῥᾳθυμία συνεχής, ὑφ’ ὧν τὰ καλοκἀγαθίας σπέρματα διαφθείρεται, ὧν δὲ εἰκὸς ἦν ὑστερίζειν, ἵμερος καὶ πόθος ἄπληστος.