Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 69

[69] οἱ μὲν οὖν ἀργίαν πόνου προτιμήσαντες οὐ μόνον τὰς βλάστας ἐκώλυσαν, ἀλλὰ καὶ τὰς ῥίζας ἀφαυάναντες ἔφθειραν· οἱ δὲ σχολὴν μὲν βλαβερὸν ἡγούμενοι, πονεῖν δὲ ἐθέλοντες, ὥσπερ εὐγενῆ μοσχεύματα γεωργοῦντες, τῷ συνεχεῖ τῆς ἐπιμελείας οὐρανομήκεις ἐστελέχωσαν ἀρετάς, ἀειθαλῆ καὶ ἀθάνατα ἔρνη καρπὸν φέροντα εὐδαιμονίαν οὐδέποτε λήγοντα ἤ, ὥς τινες, οὐ φέροντα, ἀλλ’ αὐτὰ ὄντα εὐδαιμονίαν, ἃ Μωυσῆς ὀνόματι συνθέτῳ καλεῖν εἴωθεν ὁλοκαρπώματα.