Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 55

[55] ζημία γὰρ χρημάτων ἢ ἀτιμία ἢ φυγαὶ ἢ αἱ διὰ πληγῶν ὕβρεις ἢ ὅσα ὁμοιότροπα βραχέα καὶ τὸ μηδὲν ἀντιτιθέμενα κακίαις καὶ ὧν αἱ κακίαι δημιουργοί. τοὺς δὲ πολλούς, οὐ συνορῶντας τὰς ψυχῆς βλάβας διὰ λογισμοῦ πήρωσιν, ἐπὶ μόναις ταῖς ἐκτὸς συμβέβηκεν ἄχθεσθαι, τὸ κριτήριον ἀφῃρημένους, ᾧ μόνῳ καταλαβεῖν ἔστι διανοίας ζημίαν.