Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 52

[52] τοῖς δ’ ἐλευθέροις ἡ ἐκ νόμου πᾶσιν ἰσηγορία δίδοται· καὶ εἰσί τινες τῶν σπουδαίων ἐλεύθεροι· καὶ τῶν βιωτικῶν ἄπειροι μὲν οἱ φαῦλοι, ἐμπειρότατοι δ’ οἱ σοφοί· οὐκ ἄρ’ εἰσί τινες τῶν φαύλων ἐλεύθεροι, δοῦλοι δὲ πάντες.