[37] εἰ δέ τινας ὑπ’ ἀνδραποδοκαπήλων ἐπευωνιζομένους ἰδών τις οἴεται δούλους εὐθὺς εἶναι, πολὺ διαμαρτάνει τῆς ἀληθείας· οὐ γὰρ ἡ πρᾶσις ἢ κύριον ἀποφαίνει τὸν πριάμενον ἢ τὸν πραθέντα δοῦλον, ἐπεὶ καὶ πατέρες υἱῶν τιμὰς κατέθεσαν καὶ υἱοὶ πολλάκις πατέρων ἢ κατὰ λῃστείας ἀπαχθέντων ἢ κατὰ πόλεμον αἰχμαλώτων γενομένων, οὓς οἱ τῆς φύσεως νόμοι τῶν κάτωθεν ὄντες βεβαιότεροι γράφουσιν ἐλευθέρους.