Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 34

[34] ἔστι δέ τις καὶ κατ’ εἰρήνην πόλεμος τῶν ἐν τοῖς ὅπλοις οὐκ ἀποδέων, ὃν ἀδοξία καὶ πενία καὶ δεινὴ σπάνις τῶν ἀναγκαίων συγκροτοῦσιν, ὑφ’ οὗ βιασθέντες ἐγχειρεῖν καὶ τοῖς δουλοπρεπεστάτοις ἀναγκάζονται, σκάπτοντες, γεωπονοῦντες, βαναύσους ἐπιτηδεύοντες τέχνας, ὑπηρετοῦντες ἀόκνως ἕνεκα τοῦ παρατρέφεσθαι, πολλάκις δὲ καὶ κατὰ μέσην ἀγορὰν ἀχθοφοροῦντες ἐν ἡλικιωτῶν καὶ συμφοιτητῶν καὶ συνεφήβων ὄψεσιν.