Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 15

[15] ἄξιον οὖν νεότητα τὴν πανταχοῦ πᾶσαν τὰς ἀπαρχὰς τῆς πρώτης ἀκμῆς μηδενὶ μᾶλλον ἢ παιδείᾳ ἀναθεῖναι, ᾗ καὶ ἐνηβῆσαι καὶ ἐγγηράσαι καλόν· ὥσπερ γάρ, φασί, τὰ καινὰ τῶν ἀγγείων ἀναφέρει τὰς τῶν πρώτων εἰς αὐτὰ ἐγχυθέντων ὀσμάς, οὕτως καὶ αἱ τῶν νέων ψυχαὶ τοὺς πρώτους τῶν φαντασιῶν τύπους ἀνεξαλείπτους ἐναποματτόμεναι, τῇ φορᾷ τῶν αὖθις ἐπεισρεόντων ἥκιστα κατακλυζόμεναι, τὸ ἀρχαῖον διαφαίνουσιν εἶδος.