Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 149

[149] εἰσὶ δ’ οἳ καὶ τοῖς κτησαμένοις οὐκ ἐξ ἴσου μόνον ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος εὐτόνως ἅμα καὶ καταφρονητικῶς διαφέρονται περὶ τῶν δικαίων· οὓς μὲν γὰρ ὁ τοῦ συνειδότος ἔλεγχος, κἂν ὦσιν εὐπατρίδαι, πέφυκε δουλοῦσθαι, οἳ δὲ τὴν τοῦ σώματος ἄδειαν ἐκ τῆς περὶ τὸν τόπον ἀσυλίας πεπορισμένοι ψυχῆς, ἣν ὁ θεὸς ἐκ πάντων ἀχείρωτον ἐδημιούργησεν, ἐλεύθερα καὶ εὐγενῆ σφόδρα ἀναφαίνουσιν ἤθη·