Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 138

[138] βουλαί τε γὰρ καὶ ἐκκλησίαι καθ’ ἑκάστην σχεδὸν ἡμέραν ἀθροίζονται περὶ τίνος μᾶλλον ἢ ἐλευθερίας παρούσης μὲν βεβαιώσεως, εἰ δ’ ἀπείη, κτήσεως; ἡ δ’ Ἑλλὰς καὶ βάρβαρος κατὰ ἔθνη στασιάζουσι καὶ πολεμοῦσιν ἀεὶ τί βουλόμεναι ὅ τι μὴ δουλείαν μὲν ἀποδιδράσκειν, ἐλευθερίαν δὲ περιποιεῖσθαι;