Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 132

[132] ἡττώμενοι ταῖς εὐτολμίαις ἄχρι θανάτου παραμένουσιν. ὃ συνιδὼν Μιλτιάδης ὁ τῶν Ἀθηναίων στρατηγός, ἡνίκα βασιλεὺς ὁ Περσῶν ἅπασαν τὴν ἀκμὴν τῆς Ἀσίας ἀναστήσας μυριάσι πολλαῖς διέβαινεν ἐπὶ τὴν Εὐρώπην, ὡς ἀναρπάσων αὐτοβοεὶ τὴν Ἑλλάδα, συναγαγὼν ἐν τῷ παναθηναϊκῷ τοὺς συμμάχους ὀρνίθων ἀγῶνας ἐπέδειξε, λόγου παντὸς δυνατωτέραν ὑπολαμβάνων ἔσεσθαι τὴν διὰ τῆς τοιαύτης ὄψεως παρακέλευσιν· καὶ γνώμης οὐχ ἥμαρτε.