[13] ἐπειδὴ δὲ κατὰ τὸν ἱερώτατον Πλάτωνα „φθόνος ἔξω θείου χοροῦ ἵσταται", θειότατον δὲ καὶ κοινωνικώτατον σοφία, συγκλείει μὲν οὐδέποτε τὸ ἑαυτῆς φροντιστήριον, ἀναπεπταμένη δὲ ἀεὶ δέχεται τοὺς ποτίμων διψῶντας λόγων, οἷς ἀκράτου διδασκαλίας ἄφθονον ἐπαντλοῦσα νᾶμα μεθύειν τὴν νηφάλιον ἀναπείθει μέθην.