[125] ζηλωτὴς δὲ τῆς τούτου παρρησίας ἐγένετό τις Χαιρέας τῶν ἀπὸ παιδείας. Ἀλεξάνδρειαν γὰρ οἰκῶν τὴν πρὸς Αἰγύπτῳ, δυσχεράναντός ποτε Πτολεμαίου καὶ ἀπειλήσαντος οὐ μετρίως, τῆς ἐκείνου βασιλείας οὐδὲν ἐλάττονα τὴν ἐν τῇ ἑαυτοῦ φύσει νομίσας ἐλευθερίαν, ἀντέλεξεν· / „Αἰγυπτίοισιν ἄνασσε, σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω / οὐδ’ ὄθομαι κοτέοντος.“ ἔχουσι γάρ τι βασιλικὸν αἱ εὐγενεῖς ψυχαί,