[123] χρῶ τοῖς παροῦσιν“ ἔφη· / „καὶ γάρ τ’ ἠύκομος Νιόβη ἐμνήσατο σίτου, / τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο, / ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες.“ [M.465] εἶτ’ ἐπινεανιευόμενος πρὸς τὸν πυθόμενον τῶν ὠνητικῶς ἐχόντων „τί οἶδας;“ „ἄρχειν“ εἶπεν „ἀνθρώπων,“ ἔνδοθεν, ὡς ἔοικε, τῆς ψυχῆς τὸ ἐλεύθερον καὶ εὐγενὲς καὶ φύσει βασιλικὸν ὑπηχούσης. ἤδη δὲ καὶ πρὸς [66] [67] χαριεντισμὸν ὑπὸ τῆς συνήθους ἐκεχειρίας, ἐφ’ ᾗ οἱ ἄλλοι συννοίας γέμοντες κατήφουν, ἐτράπετο. λέγεται γοῦν,