[119] ὡς δὲ ἅπασαν τὴν ἰσχὺν ἐδαπάνησαν, γύναια καὶ γονεῖς καὶ τέκνα συνελάσαντες εἰς τὰς σφῶν οἰκίας ἕκαστοι καθιέρευον· καὶ σωρηδὸν τὰ σφάγια νήσαντες, πῦρ ἐνέντες καὶ ἑαυτοὺς ἐπικατασφάξαντες, ἐλεύθεροι τὸ πεπρωμένον ἀπ’ ἐλευθέρου καὶ εὐγενοῦς φρονήματος ἐξέπλησαν.