Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 117

[117] [cap.18] εἶτ’ οἰόμεθα γυναίοις μὲν καὶ μειρακίοις, ὧν τὰ μὲν φύσει ὀλιγόφρονα τὰ δὲ ἡλικίᾳ εὐολίσθῳ χρώμενα, τοσοῦτον ἐλευθερίας ἔρωτα ἐντήκεσθαι, ὡς ὑπὲρ τοῦ μὴ ταύτην ἀφαιρεθῆναι πρὸς θάνατον ὡς ἐπ’ ἀθανασίαν ὁρμᾶν, τοὺς δὲ σοφίας ἀκράτου σπάσαντας οὐκ εὐθὺς ἐλευθέρους εἶναι, [M.464] πηγήν τινα εὐδαιμονίας τὴν ἀρετὴν ⟨ἐν⟩ ἑαυτοῖς περιφέροντας, ἣν ἐπίβουλος οὐδεμία πώποτε δύναμις κατέζευξε τὸν ἀρχῆς καὶ βασιλείας ἔχουσαν αἰώνιον κλῆρον;