Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 115

[115] λέγεται δὲ καὶ πρὸς Μακεδόνων ἁλούσας Δαρδανίδας γυναῖκας αἴσχιστον κακὸν δουλείαν ὑπολαβούσας οὓς ἐκουροτρόφουν παῖδας εἰς τὸ βαθύτατον τοῦ ποταμοῦ ῥίπτειν ἐπιφωνούσας· „ἀλλ’ ὑμεῖς γε οὐ δουλεύσετε, πρὶν δ’ ἄρξασθαι βίου βαρυδαίμονος, τὸ χρεὼν ἐπιτεμόντες ἐλεύθεροι τὴν ἀναγκαίαν καὶ πανυστάτην ὁδὸν περαιώσεσθε.“