Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 101

[101] ὁ γοῦν Ἑρμῆς πυνθανομένῳ μέν, εἰ φαῦλός ἐστιν, ἀποκρίνεται· / "ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον / πρὸς σχῆμα σεμνὸς κοὐ ταπεινὸς οὐδ’ ἄγαν / εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν / ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος. — / οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας / αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν / πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις, / ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν.“ εἶτ’ ἐπιλέγει· / "τὸ εἶδος αὐτό σου κατηγορεῖ / σιγῶντος, ὡς εἴης ἂν οὐχ ὑπήκοος, / τάσσειν δὲ μᾶλλον ἢ ’πιτάσσεσθαι θέλοις.“ ἐπεὶ δὲ καὶ πριαμένου Συλέως εἰς ἀγρὸν ἐπέμφθη,