[10] ἀπὸ δὲ τῆς αὐτῆς ὀνειρώξεως τοῖς μὲν ἀμφιθαλέσι καὶ τῷ ὄντι εὐπατρίδαις, ὧν οὐ γονεῖς μόνον ἀλλὰ καὶ πάπποι καὶ πρόγονοι μέχρι τῶν ἀρχηγετῶν καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἐπιφανέστατοι γεγόνασι, δουλείαν ἐτόλμησαν ἐπιφημίσαι, τοῖς δ’ ἐκ τριγονίας στιγματίαις, πεδότριψι καὶ παλαιοδούλοις, ἐλευθερίαν.