[98] πρὸς γὰρ τῷ τοῦ τέλους ἀποτυγχάνειν ἔτι μετ’ οὐ μικρᾶς βλάβης μεγάλην αἰσχύνην ὑπομένουσιν, ὥσπερ αἱ πρὸς ἐναντία πνεύματα νῆες ἐνθαλαττεύουσαι· πρὸς γὰρ τῷ μὴ τυγχάνειν ὑποδρόμων ἐφ’ οὓς ἐπείγονται, πολλάκις αὐτοῖς πλωτῆρσι καὶ φορτίοις ἀνατραπεῖσαι λύπην μὲν φίλοις, ἡδονὴν δὲ ἐχθροῖς ἐμπαρέσχον.