[90] ἀλλ’ ὅμως ἀποβαλὼν αὖθις καὶ καθαρθεὶς ἀναλαμβάνει καὶ ἀναμιμνῄσκεται ὧν τέως ἐπελέληστο, καὶ ἅπερ ἀπέβαλεν εὑρίσκει, ὡς τὰς προτέρας τῆς τροπῆς ἡμέρας ἀλόγους ἐξετάζεσθαι (ibid. 12), ἢ διότι παράλογον ἡ τροπὴ πρᾶγμα, ἀπᾷδον ὀρθοῦ λόγου καὶ φρονήσεως ἀμέτοχον, ἢ παρόσον οὐκ ἔστιν ἀξία καταριθμεῖσθαι· „τῶν γὰρ τοιούτων“ ἔφη τις „οὐ λόγος οὐδ’ ἀριθμός“.