Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 85

[85] παγκάλως οὖν τῷ πλήθει τῶν ἀδίκων λογισμῶν ἀντέθηκεν ἕνα τὸν δίκαιον, ἀριθμῷ μὲν ἐλάττονα δυνάμει δὲ πλείονα, ἵνα μὴ ταλαντεῦσαν ὥσπερ ἐπὶ πλάστιγγος βρίσῃ τὸ χεῖρον, ἀλλὰ κράτει τῆς ἐναντίας πρὸς τὸ βέλτιον ῥοπῆς ἀνακουφισθὲν ἀσθενήσῃ.