[78] ἢ νομίζεις ἄκρατον μὲν τὴν ἡλίου φλόγα μὴ δύνασθαι θεαθῆναι — [31] [32] σβεσθήσεται γὰρ πρότερον ἡ ὄψις μαρμαρυγαῖς τῶν ἀκτίνων ἀμυδρωθεῖσα ἢ προσβάλλουσα καταλήψεται· καίτοι καὶ ἥλιος ἓν ἦν ἔργον θεοῦ, μοῖρα οὐρανοῦ, πίλημα αἰθέριον —, τὰς δὲ ἀγενήτους ἄρα δυνάμεις ἐκείνας, αἳ περὶ αὐτὸν οὖσαι λαμπρότατον φῶς ἀπαστράπτουσιν, ἀκράτους περινοῆσαι δύνασθαι;