Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 76

[76] ἵν’ οὖν ὑπάρχῃ τὸ γένος, κἂν πολλὰ τῶν εἰδικῶν βύθια χωρῇ, τὸν ἔλεον ἀνακίρνησιν, ᾧ πρὸς εὐεργεσίας καὶ τῶν ἀναξίων χρῆται, καὶ οὐ μόνον δικάσας ἐλεεῖ, ἀλλὰ καὶ ἐλεήσας δικάζει· πρεσβύτερος γὰρ δίκης ὁ ἔλεος παρ’ αὐτῷ ἐστιν ἅτε τὸν κολάσεως ἄξιον οὐ μετὰ τὴν δίκην, ἀλλὰ πρὸ δίκης εἰδότι.