Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 70

[70] [cap.15] Ἃ μὲν οὖν προκαταστήσασθαι τῆς ζητήσεως ἁρμόττον ἦν, τοιαῦτά ἐστιν. ἐπανιτέον δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς σκέψιν, καθ’ ἣν ἠποροῦμεν, τίνα ὑπογράφει νοῦν τὸ „ἐθυμώθην ὅτι ἐποίησα αὐτούς“. ἴσως οὖν τοιοῦτόν τι βούλεται παραστῆσαι, ὅτι οἱ μὲν φαῦλοι θυμῷ γεγόνασι θεοῦ, οἱ δ’ ἀγαθοὶ χάριτι. καὶ γὰρ ἑξῆς φησι· „Νῶε δὲ εὗρε χάριν“ (Gen. 6, 8).