Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 60

[60] εἰσαγόντων τὸ θεῖον. [cap.13] τίνος οὖν ἕνεκα Μωυσῆς βάσεις, χεῖρας, εἰσόδους, [M.282] ἐξόδους φησὶν εἶναι μερὶ τὸ ἀγένητον, τίνος δὲ χάριν ὅπλισιν τὴν πρὸς ἐχθρῶν ἄμυναν; ξιφηφοροῦντα γὰρ ⟨εἰσάγει⟩ καὶ βέλεσι χρώμενον καὶ πνεύμασι καὶ φθοροποιῷ πυρί — καταιγίδα καὶ κεραυνὸν ἑτέροις ὀνόμασι ταῦτα ποιηταὶ προσαγορεύοντες ὅπλα τοῦ αἰτίου φασὶν εἶναι —, πρὸς δὲ ἔτι ζῆλον, θυμόν, ὀργάς, ὅσα τούτοις ὅμοια ἀνθρωπολογῶν διεξέρχεται;