Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 52

[52] πάλιν τινὲς τῶν εἰρημένων ἀκούσαντες ὑπολαμβάνουσι θυμοῖς καὶ ὀργαῖς χρῆσθαι τὸ ὄν. ἔστι δ’ οὐδενὶ ληπτὸν πάθει τὸ παράπαν· ἀσθενείας γὰρ ἀνθρωπίνης τὸ κηραίνειν ἴδιον, θεῷ δὲ οὔτε τὰ ψυχῆς ἄλογα πάθη οὔτε τὰ σώματος μέρη καὶ μέλη συνόλως ἐστὶν οἰκεῖα. λέγεται δὲ οὐδὲν ἧττον παρὰ τῷ νομοθέτῃ μέχρι τινὸς εἰσαγωγῆς τὰ τοιαῦτα, τοῦ νουθετῆσαι χάριν τοὺς ἑτέρως μὴ δυναμένους σωφρονίζεσθαι.