Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 50

[50] παρὸ καὶ λόγιόν ἐστι τοιοῦτον ἀναγεγραμμένον ἐν Δευτερονομίῳ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἔκλεξαι τὴν ζωήν“ (Deut. 30, 15. 19). οὐκοῦν ἀμφότερα διὰ τούτου παρίσταται, ὅτι [21] [22] καὶ ἐπιστήμονες τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων γεγόνασιν ἄνθρωποι καὶ ὀφείλουσι πρὸ τῶν χειρόνων αἱρεῖσθαι τὰ κρείττω λογισμὸν ἔχοντες ἐν ἑαυτοῖς ὥσπερ τινὰ δικαστὴν ἀδωροδόκητον, οἷς ἂν ὁ ὀρθὸς ὑποβάλλῃ λόγος πεισθησόμενον, οἷς δ’ ἂν ὁ ἐναντίος ἀπειθήσοντα.