Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 39

[39] γίνεται δὲ τοῦτο ταῖς ἐαριναῖς καὶ κατὰ θέρος ὥραις· ὥσπερ γὰρ ἐκ βαθέος ὕπνου περιαναστᾶσα τούς [15] [16] τε ὀφθαλμοὺς διοίγνυσι τά τε μεμυκότα τῶν στομίων ἀναστείλασα εὐρύνει, ὧν δ’ ἐστὶν ἐγκύμων πάντα ἀποτίκτει, πέταλα καὶ κληματίδας, ἕλικας, οἴναρα, καρπὸν ἐπὶ πᾶσιν· εἶθ’ ὅταν τελεσθῇ, παρέχεται τὰς τροφὰς οἷα μήτηρ τῷ γενομένῳ διά τινων ἀφανῶν πόρων, οἳ τοῖς ἐν γυναιξὶ μαστοῖς ἀναλογοῦσι, καὶ οὐ πρότερον παύεται τρέφουσα ἢ τὸν καρπὸν τελεσφορηθῆναι·